Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.116 Joseph. AJ 7.121 (English) >>Joseph. AJ 7.125

7.119ταῦτʼ οὖν δόξας πιθανώτερα λέγειν τοὺς ἄρχοντας τἀληθὲς εἶχεν τῶν Ἀμμανιτῶν βασιλεὺς Ἀννὼν τοὺς παρὰ τοῦ Δαυίδου πεμφθέντας πρέσβεις χαλεπῶς περιύβρισε· ξυρήσας γὰρ αὐτῶν τὰ ἡμίση τῶν γενείων καὶ τὰ ἡμίση τῶν ἱματίων περιτεμὼν ἔργοις ἀπέλυσε κομίζοντας οὐ λόγοις τὰς ἀποκρίσεις. 7.120ἰδὼν δὲ ταῦθʼ τῶν Ἰσραηλιτῶν βασιλεὺς ἠγανάκτησε καὶ δῆλος ἦν οὐ περιοψόμενος τὴν ὕβριν καὶ τὸν προπηλακισμόν, ἀλλὰ πολεμήσων τοῖς Ἀμμανίταις καὶ τιμωρίαν αὐτῶν τῆς παρανομίας τῆς πρὸς τοὺς πρεσβευτὰς εἰσπραξόμενος τὸν βασιλέα. 7.121συνέντες δὲ οἵ τε ἀναγκαῖοι καὶ οἱ ἡγεμόνες, ὅτι παρεσπονδήκασι καὶ δίκην ὑπὲρ τούτων ὀφείλουσι, προπαρασκευάζονται εἰς τὸν πόλεμον· καὶ πέμψαντες πρὸς Σύρον τὸν τῶν Μεσοποταμιτῶν βασιλέα χίλια τάλαντα σύμμαχον αὐτὸν ἐπὶ τούτῳ γενέσθαι τῷ μισθῷ παρεκάλεσαν καὶ Σουβάν· ἦσαν δὲ τοῖς βασιλεῦσι τούτοις πεζοῦ δύο μυριάδες. προσεμισθώσαντο δὲ καὶ τὸν ἐκ τῆς Μιχᾶς καλουμένης χώρας βασιλέα καὶ τέταρτον Ἴστοβον ὄνομα, καὶ τούτους ἔχοντας μυρίους καὶ δισχιλίους ὁπλίτας. 7.122

Οὐ κατεπλάγη δὲ τὴν συμμαχίαν καὶ τὴν τῶν Ἀμμανιτῶν δύναμιν Δαυίδης, τῷ δὲ θεῷ πεποιθὼς καὶ τῷ δικαίως αὐτοῖς ἀνθʼ ὧν ὑβρίσθη πολεμεῖν μέλλειν, Ἰώαβον τὸν ἀρχιστράτηγον δοὺς αὐτῷ τῆς στρατιᾶς τὸ ἀκμαιότατον ἐξ αὐτῆς ἔπεμψεν ἐπʼ αὐτούς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.116 Joseph. AJ 7.121 (English) >>Joseph. AJ 7.125

Powered by PhiloLogic